1 Απρ 2010

Ἐκ τοῦ κατά Λουκᾶν (κγ´ 32-49)

Τῷ  καιρῷ ἐκείνῳ, ἤγοντο σύν τῷ Ἰησοῦ καί ἓτεροι δύο κακοῦργοι σύν  αὐτῶ ἀναιρεθῆναι. Καί ὅτε ἀπηλθόν ἐπί τόν τόπον τόν καλούμενον Kρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν καί τούς κακούργους, ὃν μέν ἐκ δεξιῶν, ὅν δέ ἐξ ἀριστερῶν. Ὁ δέ Ἰησούς ἒλεγε· Πάτερ, ἄφες αὐτοῖς· οὐ γάρ οἴδασι τί ποιοῦσι. Δαμεριζόμενοι δέ τά ἱμάτια αὐτοῦ ἒβαλον κλῆρον. Καί εἱστήκει ὁ λαός θεωρῶν. Ἐξεμυκτήριζον δέ καί οἱ ἀρχοντες σύν αὐτοῖς λέγοντες· ἄλλους ἒσῳσε, σῳσάτω ἑαυτόν, εἰ οὗτος ἐστίν ὁ Xριστός ὁ τοῦ Θεοῦ ἐκλεκτός. Ἐνέπαιζον δέ αὐτῷ καί οἱ στρατιῶται προσερχόμενοι καί ὄξος προσφέροντες αὐτῷ καί λέγοντες· Eἰ σύ ὁ βασιλεύς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. Ἦν δέ καί ἐπιγραφή γεγραμμένη ἐπ’ αὐτῷ γράμμασιν ἑλληνικοῖς καί ρωμαϊκοῖς καί ἑβραϊκοῖς· «Oὗτος ἒστίν ὁ Bασιλεύς τῶν Ἰουδαίων». Εἷς δέ τῶν κρεμασθέντων κακούρων ἐβλασφήμει αὐτόν λέγων· Eἰ σύ ὁ Xριστός, σῶζον σεαυτόν καί ἡμᾶς. Ἀποκριθείς δέ ἓτερος, ἐπετίμα αὐτῷ, λέγων· οὐδέ φοβῇ σύ τόν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; Kαί ἡμεῖς μέν δικαίως· ἂξια γάρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δέ οὐδέν ἂτοπον ἒπραξεν. Και ἒλεγε τῷ Ἰησοῦ· μνήσθιτί μου, Kύριε, ὃταν ἒλθῃς ἐν τῇ βασιλείᾳ σου. Και εἶπεν αὐτῷ ὁ Ἰησοῦς· ἀμήν λέγω σοι, σήμερον μετ’ ἐμού ἒσῃ ἐν τῷ Παραδείσῳ. Ἦν δέ ὡσεί ὥρα ἓκτη καί σκότος  ἐγένετο ἐφ’ ὃλην τήν γῆν ἓως ὥρας ἐνάτης, καί ἐσκοτίσθη ὁ ἣλιος, καί ἐσχίσθη τό καταπέτασμα τοῦ ναοῦ μέσον. Καί φωνήσας φωνῇ μεγάλῃ ὁ Ἱησοῦς εἶπεν· Πάτερ, εἰς χεῖρας σου παρατίθεμαι τό πνεῦμα μου. Καί ταῦτα εἰπών, ἐξέπνευσεν.