2 Μαΐ 2021

Χριστός Ανέστη!

Ει τις ευσεβὴς και φιλόθεος απολαυέτω της καλης ταύτης καὶ λαμπρής πανηγύρεως, 

Ει τις δούλος ευγνώμων, εισελθέτω χαίρων εις την χαρὰν του Κυρίου αυτού, 

Ει τις έκαμε νηστεύων, απολαυέτω νυν το δηνάριον, 

Ει τις απὸ της πρώτης ώρας ειργάσατο, δεχέσθω σήμερον το δίκαιον όφλημα, 

Ει τις μετὰ την τρίτην ήλθεν, ευχαρίστως εορτασάτω, 

Ει τις μετὰ την έκτην έφθασε, μηδὲν αμφιβαλλέτω, και γαρ ουδὲν ζημιούται, 

Ει τις υστέρησεν εις την ενάτην, προσελθέτω, μηδὲν ενδοιάζων, 

Εἴ τις εἰς μόνην έφθασε την ενδεκάτην, μη φοβηθῆ τὴν βραδύτητα, φιλότιμος γαρ ων ο Δεσπότης, δέχεται τον έσχατον, καθάπερ και ητόν πρώτον, αναπαύει τον της ενδεκάτης, ως τον εργασάμενον απὸ της πρώτης, καὶ τον ύστερον ελεεί, καὶ τον πρώτον θεραπεύει, κἀκείνῳ δίδωσι, και τούτῳ χαρίζεται, 

Και τα έργα δέχεται, και την γνώμην ασπάζεται, 

Καὶ τὴν πράξιν τιμά, καὶ τὴν πρόθεσιν έπαινεῖ, ουκούν εισέλθετε πάντες εις την χαράν του Κυρίου ημῶν, και πρώτοι και δεύτεροι τον μισθὸν απολαύετε, 

Πλούσιοι και πένητες μέτ' αλλήλων χορεύσατε, 

Εγκρατεῖς καὶ ράθυμοι την ημέραν τιμήσατε, 

Νηστεύσαντες καὶ μή νηστεύσαντες, ευφράνθητε σήμερον, 

Η τράπεζα γέμει τρυφήσατε πάντες, ο μόσχος πολύς μηδεὶς εξέλθῃ πεινών, 

Πάντες απολαύετε του συμποσίου της πίστεως.

Πάντες απολαύσατε του πλούτου της χρηστότητος, 

Μηδείς θρηνείτω πενίαν ἐφάνη γαρ η κοινὴ βασιλεία, 

Μηδεὶς οδυρέσθω πταίσματα, συγγνώμη γαρ εκ του τάφου ανέτειλε, 

Μηδεὶς φοβείσθω θάνατον, ηλευθέρωσε γαρ ημάς του Σωτήρος ο θάνατος, 

...

Ανέστη Χριστὸς καὶ πεπτώκασι δαίμονες, 

Ανέστη Χριστός, καὶ χαίρουσιν Αγγελοι, 

Ανέστη Χριστός, καὶ ζωὴ πολιτεύεται 

Ανέστη Χριστός, καὶ νεκρὸς ουδεὶς επὶ μνήματος, 

Χριστὸς γαρ εγερθείς εκ νεκρών απαρχὴ των κεκοιμημένων εγένετο, 

Αυτή η δόξα καὶ τὸ κράτος εις τοὺς αιώνας των αιώνων, Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου